5
1 ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν ὀνομάζεται ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν 2 καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας 3 ἐγὼ μὲν γάρ ὡς ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον 4 ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν ἰησοῦ χριστοῦ 5 παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἰησοῦ 6 οὐ καλὸν τὸ καύχημα ὑμῶν οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ 7 ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην ἵνα ἦτε νέον φύραμα καθώς ἐστε ἄζυμοι καὶ γὰρ τὸ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη χριστός 8 ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας ἀλλ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας 9 ἔγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις 10 καὶ οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου ἢ τοῖς πλεονέκταις ἢ ἅρπαξιν ἢ εἰδωλολάτραις ἐπεὶ ὀφείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν 11 νῦνὶ δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος ἢ πλεονέκτης ἢ εἰδωλολάτρης ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ τῷ τοιούτῳ μηδὲ συνεσθίειν 12 τί γάρ μοι καί τοὺς ἔξω κρίνειν οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε 13 τοὺς δὲ ἔξω ὁ θεὸς κρινεῖ καί ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν